Ancient Greek
17.2
Nicolaus, Progymnasmata 17.2
Unproofread scanNot analysed yet
τινὲς μέντοι τὸ τῆς συνηγορίας μέρος τοῦ κοινοῦ τόπου ἐκτέμνοντες φασι τὸ ὑπὲρ τινὸς τὸν κοινὸν τόπον μὴ ἔχειν μηδὲ αὔξησιν ἐν αὐτῷ ἀνδραγαθήματος γίνεσθαι. τοῦτο γὰρ φασιν ἐγκωμίων ἔργον· εἰ δὲ πρόκειται, φασίν, ὑπὲρ τινων ἐν κοινῷ τόπῳ λέγειν, πάντως ἢ ὑπὲρ αὐτῶν ἐροῦμεν, καθ’ ὧν ἤδη εἴρηκαμεν, ἢ ὑπὲρ ἑτέρων· ἀλλ’ εἰ μὲν ὑπὲρ τούτων, καθ’ ὧν καὶ προειρήκται, οἷον κατὰ φονέως καὶ ὑπὲρ φονέως, οὐκέτι τὸ πρᾶγμα ὁμολογῆται, τοῦ κοινοῦ τόπου ὁμολογούμενα πρᾶγματα ὀφείλοντος αὔξειν. εἰ δὲ ὑπὲρ ἑτέρων τῶν τὰ ὁμολο-