Ancient Greek
38.8
Nicolaus, Progymnasmata 38.8
Unproofread scanNot analysed yet
παρασκευάζων τὸν ἀκροατὴν καὶ οἰκείως διατιθεὶς εἰς τὸν ὑποκείμενον λόγον· ἔργον δὲ τοῦ προοιμίου καὶ τέ- ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ δὲ ἐστὶν ἡ παρὰ τοῦ ἀντικειμένου προσώπου ἔνστασις, τὸ ἐν ἡμῖν πιθανὸν διαλύουσα καὶ εἰς εὐλογωτέραν ἔννοιαν τὸν ἀχροατὴν μεταγούσα. λύσις δὲ ἐστὶν ἡ τὴν ἐκ τῆς ἐνστάσεως βλάβην ἀφαιρουμένη καὶ εἰς τὸ ἐξ ἀρχῆς τὸν ἀχροατὴν ἐπανάγουσα καὶ εἰς συγκατάθεσιν λένα πειθούσα τοῦ προκειμένου ζητήματος. ἐπίλογος δὲ ἐστὶ λόγος ἐπὶ προειρημέναις ταῖς ἀποδείξεσιν ἐπαγόμενος, ἀθροισμὸν πραγμάτων καὶ ἡθῶν καὶ παθῶν περιέχων· ἔργον δὲ καὶ τοῦτον, φησὶν ὁ Πλάτων, τὸ ἐπὶ τελευταίας τοὺς ἀκούοντας ὑπομνῆσαι τῶν εἰρημένων.