Ancient Greek
39.3
Nicolaus, Progymnasmata 39.3
Unproofread scanNot analysed yet
Αὕτη δὲ ἡ διαίρεσις ἡμῖν γέγονε διὰ τὸ δηλωθῆναι τὸ ἐκ τῶν προγυμνασμάτων ὄφελος. τὰ μὲν γὰρ ἡμᾶς πρὸς τὸ δικανικὸν γυμνάζει, τὰ δὲ πρὸς τὸ βουλευτικόν, τὰ δὲ καὶ πρὸς τὸ τρίτον, τὸ πανηγυρικόν. καὶ αὐτὸ πάλιν τῶν γυμνασμάτων τὰ μὲν τὴν τῶν προοιμίων διδάσκει χρείαν, τὰ δὲ τὴν τῶν διηγήσεων, ἕτερα τὴν τῶν ἀγώνων ἐν ταῖς ἀντιθέσεσί τε καὶ λύσεσιν, ἔστι δὲ ἄ καὶ τὴν τῶν ἐπιλόγων.