Ancient Greek
40.9
Nicolaus, Progymnasmata 40.9
Unproofread scanNot analysed yet
Μῦθος τοίνυν ἐστὶ λόγος ψευδὴς τῷ πιθανῶς συγ- ΠΡΟΓΓΥΝΑΣΜΑΤΑ (ΜΤΘΟΣ) τινῶν ἢ προσώπων τὰς προσῃγορίας ἔχοντες. εἰσὶ δὲ οἱ Συβαριτικοὶ <οἱ ἐκ μόνων λογικῶν ζῴων, Αἰσώπειοὶ δὲ> οἱ ἐκ ἀλόγων καὶ λογικῶν συγκεῖμενοι, Λύδιοι δὲ καὶ Φρύγιοι οἱ ἐκ μόνων ἀλόγων. εἰσὶ δὲ τινὲς μῦθοι καὶ ἐκ θεῶν συγκεῖμενοι, οἷον ἔστιν ἡ Ἥρα συνήκει τῷ Δί᾿, οὓς φιλοσοφία μᾶλλον προσῆκειν οἴομαι· ἐκείνης γάρ ἐστιν εὐχρίνειν τὰς ἀλληγορίας τὰς ἐν αὐτοῖς. ἰστέον δὲ καὶ ὅτι τοὺς περὶ θεῶν μύθους τινὲς οὐ μύθους ἀλλὰ μυθικὰ ἐκάλεσαν διηγήματα, ἀναμιγνύντες αὐτὰ τοῖς περὶ τῶν μεταμορφώσεων λόγοις καὶ τῶν ἐκείναις παραπλησίων. ὁποτέρως δ᾿ ἂν ἔχοι, τὰς ἐν αὐτοῖς ἀλληγορίας ἀναπτύξουσιν οἱ φιλόσοφοι. ἡμεῖς δὲ ἢ πιθανὸν ἢ ἀπίθανον ὡς ἐν πολιτικῷ λόγῳ παραληψόμεθα.