Ancient Greek
41.3
Nicolaus, Progymnasmata 41.3
Unproofread scanNot analysed yet
Ἐπειδὴ δὲ εἴρηται, ὅτι δεῖ πιθανῶς συγκεῖσθαι τὸν μῦθον, πόθεν ἂν γένοιτο πιθανὸς σκοπητέον. πολλαχόθεν δὲ τοῦτο· ἐκ τόπων, περὶ οὓς τὰ ὑποκείμενα <τῷ λόγῳ> ζῷα διατρίβειν εἴωθεν· <ἐκ καιρῶν, ἐν οἷς φαίνεσθαι φιλεῖ· >ἐκ λόγων τῶν τῇ φύσει ἀρμοζόντων· ἐκ πραγμάτων, ἃ μὴ ὑπερβαίνει τὴν ἑκάστου ποιότητα, ἵνα μὴ λέγωμεν, ὅτι ὁ μῦς περὶ βασιλείας τῶν ζῴων ἐβουλεύετο