Ancient Greek
43.1
Nicolaus, Progymnasmata 43.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΓΥΜΝΑΣΜΑΤΑ (ΜΤΘΟΣ) λείας προάγομεν ἐπαινοῦντες ἄμα, τῆς πανηγυρικῆς ἰδέας οὐκ ἀφιστάμεθα. ἔτι δὲ καὶ ἔθος’ φασίν ‘ἐν ταῖς πανηγυρικαῖς ὑποθέσει καὶ μύθους παραλαμβάνειν.’ καὶ οἱ τοῦτον δοξάζοντες τὸν τρόπον διὰ τοῦτο καὶ τὴν πρώτην αὐτῷ τάξιν ἀποδεδώκασι, ‘ἐπειδή πρὸς τὰ τρία ἡμᾶς’ φασι ‘γυμνάζει τὰ τῆς ῥητορικῆς μέρη.’ ὅτι δὲ τοῦ συμβουλευτικοῦ προδήλως ἐστίν, [καὶ] οὐδεὶς ἀμφισβητήσειεν· μετὰ γὰρ τῆς ψυχαγωγίας ὠφελεῖ τοὺς πειθόμενους, ἀποτρέπων μὲν τῶν φαύλων, τῶν δὲ ἀγαθῶν ἐφίεσθαι παραίνων καὶ μετὰ ἡδύτητος ἐδίζων τῆς ὠφελείας ἀντέχεσθαι.