Ancient Greek
42.2
Nicolaus, Progymnasmata 42.2
Unproofread scanNot analysed yet
Εἴρηκαμεν δέ, ὅτι τῶν προγυμνασμάτων τὰ τοῦ συμβουλευτικοῦ ἐστι, τὰ δὲ τοῦ δικανικοῦ, τὰ δὲ τοῦ πανηγυρικοῦ. ὁ τοίνυν μῦθός ἐστι μὲν προδήλως τοῦ συμβουλευτικοῦ· ἡ γὰρ προτρέπομεν <ἐπὶ τὰ ἀγαθὰ> ἢ 15 τῶν ἁμαρτημάτων ἀποτρέπομεν. ἤδη δέ τισιν ἔδοξε καὶ πρὸς τὴν τῶν τριῶν μελέτην χρήσιμος· ἔν ᾧ μὲν γάρ· φασί· προτρέπομεν ἢ ἀποτρέπομεν, τὸ τῆς συμβουλῆς ἴδιον φυλάττεται, ἐν ᾧ δὲ καταδρομὴν τῶν ἁμαρτημάτων ποιοῦμεθα, τὸ δικανικὸν μέρος σῴ- 20 ζεται, ἐν ᾧ δὲ καθαρᾷ τῇ λέξει χρῶμεθα καὶ μετὰ ἀφε-