Ancient Greek
43.4
Nicolaus, Progymnasmata 43.4
Unproofread scanNot analysed yet
Ἐπιμύθιον δέ ἐστι λόγος ὁ πρὸς τὸν μῦθον ἐκφερόμενος καὶ δηλῶν τὸ ἐν αὐτῷ χρήσιμον. τοῦτο δὲ τριχῶς ἐκφέρουσι, ἢ παραδειγματικῶς ἢ ἐνθυμηματικῶς ἢ προσφωνητικῶς. παραδειγματικῶς μὲν οἷον· οὕτως ἡμᾶς ὁ μῦθος διδάσκει τόδε τι ποιεῖν ἢ μὴ ποιεῖν. ἐνθυμηματικῶς δέ, ὅταν λέγωμεν οὕτως· ὁ γὰρ μὴ τόδε τι ποιῶν καταγορίας ἄξιος. προσφωνητικῶς δὲ οἷον· καὶ σὺ δέ, ὦ παῖ, τῶνδε ἢ τῶνδε ἀπέχου. τινὲς δὲ καὶ τὸ ἐπιμύθιον τοῦτο προτάττουσι καὶ ὀνομάζουσιν αὐτὸ προμύθιον. οἱ δὲ ἐμφρονέστερον καὶ ἀκολουθώτερον διαιροῦντες ὡἤσαν δεῖν πάντως αὐτὸ τάττειν ἐπὶ τῷ μύθῳ, λέγοντες ὅτι ‘εἰ καὶ διὰ τοῦτο τὸν μῦθον εὑρομεν διὰ τὸ τοὺς νέους μὴ ἡδέως δέχεσθαι τὰς φανερὰς νουθετήσεις, ἵνα ψυχαγωγοῦμενοι καὶ ἀπατώμενοι παρὰ τῆς ἡδονῆς τῆς ἐν τῷ μύθῳ οὕτως ἀκούωσι ἤδη τῆς παραίνεσεως, πῶς οὐ δεῖ τάττειν μετὰ τὸν μῦθον τὸ ἐξ αὐτοῦ χρήσιμον;