Ancient Greek
45.1
Nicolaus, Progymnasmata 45.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΓΥΜΝΑΣΜΑΤΑ (ΔΙΗΓΗΜΑ) ἐπεὶ, εἰ προσδέχουντο τὴν παραίνεσιν, περιττὴ ἔστιν ἡ τοῦ μύθου χρῆσις. Δεῖ δὲ τὴν φράσιν ἀπλουστέραν τε εἶναι καὶ ἀνεπιβούλευτον καὶ δεινότητος ἀπάσης καὶ περιοδικῆς ἀπαγγελίας ἀπηλλαγμένην, ὥστε καὶ τὸ βούλημα εἶναι σαφὲς καὶ τὰ λεγόμενα μὴ μεῖζω τῆς τῶν ὑποκειμένων προσώπων ποιότητος φαίνεσθαι, καὶ μάλιστα ὅταν ἐξ ἀλόγων ζῴων ὁ μῦθος ὑπάρχῃ συγκείμενος. καθόλον δὲ [ἀπλῶς] ἐπὶ τὸ ἀπλούστερον καὶ ὀλίγον τῆς ἐν τῇ συνήθειά 10 ὁμιλίας ἐξαλλάττον τὰ τῆς φράσεως προακτέον.