Ancient Greek
45.4 to 46.1
Nicolaus, Progymnasmata 45.4-46.1
Unproofread scanNot analysed yet
Περὶ διηγήματος. Μετὰ τὸν μῦθον τακτέον τὸ διήγημα ὡς τοῦ μύθου ἤδη ἐναγωνιώτερον, τῶν δὲ ἄλλων ἁπάντων ἀπλουστέρον. διήγημα δέ ἐστιν, ὡς εἴρηται καὶ μικρὸν ἐμπροσθεν, 15 ἐκθέσις πραγμάτων γενομένων ἢ ὡς γενομένων. Διαφέρειν δὲ τὸ διήγημα τῆς διηγήσεως οἱ μὲν κατὰ τοῦτο ἔφασαν, ὅτι διήγησις μέν’ φασίν ‘ἔστιν ἡ τῶν ἐν δικαστηρίοις ἀμφισβητήσεων ἐκθέσις πρὸς τὸ τοῦ λέγοντος συμφέρον γινομένη, διήγημα δὲ ἡ τῶν ἱστορου- 20 μένων καὶ γενομένων ἀπαγγελία.’ ἕτεροι δὲ διήγησιν μὲν τὴν τῶν ἀληθῶν πραγμάτων ἐκθεσιν ἐκάλεσαν, διήγημα δὲ τὴν τῶν ὡς γεγονότων. οἱ δὲ πλεῖονες διήγημα μὲν τὸ περὶ ἕν πρᾶγμα, διήγησιν δὲ τὴν τῶν πολλῶν περιληπτικὴν πραγμάτων, ὡς ποίησιν καὶ ποίημα, πολῆσιν μὲν τυχὸν τὴν πᾶσαν Ὀμήρου πραγματείαν, ποίημα 5 δὲ τὸ περὶ τὴν μήνιν τοῦ Ἀχιλλέως ἢ ἄλλο τι τοιοῦτον.