Ancient Greek
51.3
Nicolaus, Progymnasmata 51.3
Unproofread scanNot analysed yet
Τῶν δὲ προγυμνασμάτων τὰ μὲν ἐστὶ μέρη, τὰ δὲ ὅλα καὶ μέρη· καὶ μέρη μὲν, ἃ τινὰ ἐν ἄλλαις ὑποθέσεσι πάντως συμπαριλαμβάνεται, μέρη δὲ καὶ ὅλα, ἃ ποτὲ μὲν ὡς ἄλλων μέρη ἐργάζεται, ποτὲ δὲ καὶ αὐτὰ ἰδίαν ὑπόθεσιν . τὸ τοίνυν διήγημα τῶν μερῶν ἐστὶ μόνων· [καὶ] μέρους ἀεὶ χρείαν πληροῖ καὶ οὐδέποτε ἀρκεῖ πρὸς ὅλην ὑπόθεσιν ἐν τοῖς πολιτικοῖς λόγοις, εἰ μὴ τις οὐκ ὀρθῶς λέγων εἴποι ἐν ταῖς ἐκφράσεσιν, αἵτινες αὐτῶν εἰσὶ τῶν διηγημάτων ὡς εἰπεῖν μέρη, ὡς ἐν τῷ περὶ ἐκφράσεως ῥηθήσεται.