Ancient Greek
51.4
Nicolaus, Progymnasmata 51.4
Unproofread scanNot analysed yet
<Περὶ χρείας. >Μετὰ τὸ διήγημα τακτέον τὴν χρείαν· αὕτη γὰρ ἂν ἀρίστη τάξις γένοιτο· εἰσὶ γὰρ τινες, οἱ καὶ πρὸ τοῦ μύθου καὶ πρὸ τοῦ διηγήματος αὐτὴν ἔταξαν καὶ λέγουσι διὰ τοῦτο δεῖν αὐτὴν προτάττειν, ἐπειδὴ καὶ αὐτὴ χρηστοῦ καθήγησιν ἔχει ἢ πονηροῦ φυγὴν· ‘δεῖ δέ’ φασὶ ‘τοὺς νέους περὶ τούτων πρῶτον διδάσκεσθαι.’ πρὸς οὓς λεκτέον· τοῦτο μὲν οὐκ ἔξω λόγου, διὰ τὸ διαιρέσεως δεῖσθαι πλείονος ἢ κατὰ τὸν μῦθον καὶ τὸ διήγημα μετὰ ταῦτα