Ancient Greek
54.1
Nicolaus, Progymnasmata 54.1
Unproofread scanNot analysed yet
Εἴρηται δὲ χρεία, οὐχ ὅτι καὶ τὰλλα προγυμνάσματα οὐκ ἐκπληροῖ τινὰ χρείαν, ἀλλ’ ὅτι ἡ τῷ κοινῷ ὀνόματι κατ’ ἔξοχὸν ὡς ἰδίῳ τετίμηται ὥσπερ Ὅμηρος ὁ ποιητὴς καὶ Δημοσθένης ὁ ῥήτωρ, ἢ ὡς ἐπὶ τὸ πλεῖστον ἐκ περιστάσεώς τινος καὶ χρείας τὴν ἀρχὴν αὕτῃ τις ἐχρήσατο.