Ancient Greek
54.2
Nicolaus, Progymnasmata 54.2
Unproofread scanNot analysed yet
Τῶν δὲ χρείων αἱ ἀνωτάτω διαφοραὶ τρεῖς· αἱ μὲν γὰρ αὐτῶν εἰσὶ λογικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ μικταί. πρόσκειται τὸ ἀνωτάτω, ἐπειδὴ καὶ αὗται πολλάς διαφορὰς πρὸς ἀλλήλας ἔχουσιν, ὡς δεῖ μανθάνειν ἐκ παρασκευῆς τῆς περὶ τὴν τέχνην ἢ ὕλην πλείονος. λογικαὶ μὲν εἰσὶν αἱ διὰ λόγων μόνων, οἷον· Ἰσοκράτης ἔφη τῆς παιδείας τὴν δίζαν εἶναι πικράν, τοὺς δὲ καρποὺς γλυκεῖς. πρακτικαὶ δὲ αἱ διὰ ἔργων μόνων, οἷον· Διογένης ἰδὼν μειράκιον ἀκοσμοῦν κατὰ τὴν ἀγορὰν τῇ βακτηρίᾳ τὸν παιδαγωγὸν ἔτυψε. μικταὶ δὲ ἐξ ἀμφοτέρων, οἷον· Λάκων ἐρωτηθεὶς, ποῦ τὰ τείχη τῆς Σπάρτης, ἀνατείνας τὸ δόρυ ἔφη· ἐνταῦθα.