Ancient Greek
56.2
Nicolaus, Progymnasmata 56.2
Unproofread scanNot analysed yet
Τῶν χρειῶν ἔτι αἱ μὲν δηλοῦσιν, ὁποῖα εἰσι τὰ πράγματα, αἱ δέ, ὁποῖα δεῖ εἶναι. ὁποῖα μὲν ἐστί, ὡς ἔκεινο· Αἰσωπος ὁ μυθωποιοὺς ἐρωτηθεὶς, τί ἐστιν ἰσχυρότατον ἐν ἀνθρώποις, εἶπεν· λόγος· τοῦτο γάρ ἐστιν ἰσχυρότατον. ὁποῖα δὲ δεῖ εἶναι, ἔκεινο· Ἀριστέιδης ἐρωτηθεὶς, τί ἐστι τὸ δίκαιον, εἶπε· τὸ μὴ ἐπιθυμεῖν τῶν ἄλλοτρίων· τοιαῦτα γὰρ δεῖ εἶναι. τοῦτο δὲ ἡμῖν συμβάλλεται [εἰδέναι] πρὸς τὴν διαίρεσιν· ἐὰν μὲν γὰρ ἡ χρεία δηλοῦσα, ὁποῖα ἐστὶ τὰ πράγματα, μετὰ τὸ προσίμιον καὶ τὴν παράφρασιν ἐπαινεσόμεθα αὐτὴν ὡς ἀληθῶς ἔχουσαν, ἐὰν δὲ ὁποῖα δεῖ εἶναι, ὡς εἰκότως ἔχουσαν.