Ancient Greek
56.3 to 57.3
Nicolaus, Progymnasmata 56.3-57.3
Unproofread scanNot analysed yet
Ἐπὶ τῶν χρειῶν αἱ μὲν εἰσὶν ἀπλάι, αἱ δὲ πρὸς τι· ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ (ΧΡΕΙΑ) ἅπλαί μέν, οἷον· Ἰσοκράτης ἔφη τῆς παιδείας τὴν ὄψιν εἶναι πικράν, γλυκεῖς δὲ τοὺς καρπούς. πρὸς τι αἱ πρὸς τὴν ἐρώτησιν, οἷον· Πλάτων ἐρωτηθεὶς, ποῦ οἰ-κοῦσιν αἱ Μοῦσαι, ἐν ταῖς τῶν παιδευομένων, ἔφη, ψυ-χαῖς. Τῶν δὲ προγυμνασμάτων τῶν μὲν ὄντων μερῶν, τῶν δὲ μερῶν καὶ ὅλων ἡ χρεῖα τῶν μερῶν ἂν εἴη· αὕτη γὰρ ἐφ’ ἑαυτῆς οὐκ ἂν πληροίη μόνη ὑπόθεσιν.