Ancient Greek
6.2
Nicolaus, Progymnasmata 6.2
Unproofread scanNot analysed yet
Ἡ σύγκρισις τοῖς αὐτοῖς τῷ ἐγκωμίῳ διαιρεῖται κεφαλαίοις, πλὴν διπλὰ ἔχει τὰ κεφάλαια· δύο γὰρ τὰ συγκρινόμενα πράγματα· καὶ χρησόμεθα ὡς κάκει τοῖς ἐμπιπτούσι· καὶ συγκρίνομεν ἀλλήλοις, 5 ὅσα δὴ ἐγκωμιάζομεν ἢ ψέγομεν. δεῖ δὲ μὴ καθαιρέσει τῶν ἐξεταζομένων αὐξεῖν τὰ ἡμέτερα, οὕτω γὰρ οὐ μεγάλα δεῖξθήσεται, ἀλλὰ τὰ μεγάλα ἐπὶ τοῦ οἰκείου μεγέθους ὄντες τότε μεῖζονα τὰ ἡμέτερα ἀποδεικνύναι πειρασόμεθα ὡς καὶ Ὀμηρος· πρόσθε μὲν ἐσθλὸς ἔφενυε (ex ἐσθλοὶ ἔφενυον corr.) ,διώκε δὲ μὴν μέγ’ ἀμεί- 10 νων. καὶ ἐπὶ τῶν κακῶν Δημοσθένης ἐν τῷ Κατὰ Ἀνδροτίωνος μεῖζον τὸ εἰς αὐτὸν ἄδικημα ἔδειξε διὰ τὸ εἰς ἐνκτήριον (sic) μεγάλα ἀμαρτήσαντα Ἀνδροτίωνα κατασκευάσαι· μεγάλα γάρ, φησί, παρ’ αὐτῷ ἠδίκηται· πολλῷ δὲ μεῖζω ἐγώ.