Ancient Greek
6.3
Nicolaus, Progymnasmata 6.3
Unproofread scanNot analysed yet
Φράσιν δὲ ἐνταῦθα πομπικὴν καὶ θεατρικὴν εἶναι δεῖ τοῦ 15 σμνοῦ μὴ ἀφισταμένου. Γυμνάσει δὴ ἡμᾶς τὸ παρὸν πρὸς πάντα τὰ εἴδη τοῦ μὲν ἐγκωμίου ἰσότιμον φανείς (sic), συντελέσει δὲ τῷ συμβουλευτικῷ, ἐν οἷς τὰ ἡμέτερα κρείττω φανῆναι βουλόμεθα τῶν ἐφ’ ἑτέρων λεγομένων· ἀλλὰ καὶ τῷ δικανικῷ, ἵν᾽ ἄν κατατρέχοντος (sic) 20 ἀδικήματος καὶ αὐτὸ ἐργασώμεθα, καὶ δὴ καὶ ἐν τοῖς μέρεσι τοῦ πολιτικοῦ λόγου. προοιμίων τε γὰρ εὑρέσεις διὰ τοῦτον ποιησόμεθα καὶ διηγήματι μεταχειριζόμεθα, τὰ πλεονεκτήματα λέγοντες τοῦ ὑποκειμένου προσώπου, καὶ εἰς ἀγῶνων σφοδρότητας, ἐν οἷς οὐ (sic) ἴσα ἀποδεικνύναι πειρασόμεθα ἢ μεῖζω, καὶ εἰς ἐπιλόγων 25 πάθη, ἐν οἷς καταπανόμεθα τὰς ὑποθέσεις. εἰ δὲ περὶ ἀνθῶν ὁ λόγος ἢ φυτῶν, ἕξεστι καὶ ἀνειμένη χρησασθαι φράσει καὶ μὴ διὰ πάντων τῶν κεφαλαίων ἐξίεναι μηδὲ τῇ τεχνικῇ τῶν ἐγκωμίων ἐπεσθαι διαιρέσει.