Ancient Greek
69.9
Nicolaus, Progymnasmata 69.9
Unproofread scanNot analysed yet
δὲ ἄλλως, οἱ δὲ ἀρίστην αὐτῷ τάξιν ἐπιτιθέντες ἐπὶ τῇ σθῆναι διὰ τῶν προειληφότων καὶ μάλιστα μετὰ τὸ δι-δαχθῆναι, πῶς δεῖ τοῖς ἀγῶσι κεχρῆσθαι καὶ πῶς δια-μάχεσθαι χρὴ πρὸς τὰς δοκοῦσας εἶναι ἰσχυρὰς ἀντι-θέσεις, ἅπερ ἤν ἐν τῇ ἀνασκευῇ τε καὶ κατασκευῇ, δεῖ τὸ γυμνάζον ἡμᾶς πρὸς τοὺς ἐπιλόγους προγύμνασμα παραλαμβάνειν, ὅπερ ἐστὶν ὁ κοινὸς τόπος. ὅπως μὲν γὰρ προοίμια ἐργαστέον, ἐδίδαξε καὶ ἡ χρεία καὶ ἡ γνώ-μη· ὅπως δὲ δεῖ κεχρῆσθαι τοῖς διηγήμασιν, ἐμάθομεν ἐν αὐτῷ τῷ προγυμνάσματι τῷ καλουμένῳ διηγήματι καὶ μέντοι ἐν τῇ ἀνασκευῇ τε καὶ κατασκευῇ πρὶν 10 κατὰ μέρος ἀγωνίσασθαι τὸν ὅλον λόγον, πρὸς ὃν ἡ μάχη, διηγησάμενοι· πρὸς δὲ ἀντιθέσεις καὶ λύσεις ἐγύ-μνασεν ἡ ἀνασκευὴ τε καὶ κατασκευὴ. λείπεται τοίνυν ὁ ἐπίλογος, οὗ πληροῖ χρείαν ὁ κοινὸς τόπος.