Ancient Greek
70.2 to 71.1
Nicolaus, Progymnasmata 70.2-71.1
Unproofread scanNot analysed yet
Κοινὸς δὲ τόπος ἐστὶν αὔξησις καὶ καταδρομὴ ὁμο-15 λογουμένου ἀδικήματος· <ἄλλοι δ’ οὕτως ὁρίζονται· κοι-νὸς τόπος ἐστὶν αὔξησις ὁμολογουμένου ἀδικήματος> ἢ ἀνδραγαθήματος. Πρῶτον οὖν λεκτέον, διὰ τί κοινὸς λέγεται τόπος. κοινὸς μὲν οὖν, ὅτι οὐ κατ’ ὡρισμένον πρόσωπον ἐστίν, 20 οἷον κατὰ Τιμάρχου πόρνου ἢ κατὰ Λυκόφρονος μοιχοῦ, ἀλλ’ ἀπλῶς κατὰ πόρνου ἢ μοιχοῦ· τόπος δέ, ὅτι τόπος τὰ ῥητορικὰ ἐπιχειρήματα λέγεται, ἵν’ ἢ κοινὸν ἐπιχει- ΠΡΟΓΓΥΝΑΣΜΑΤΑ (ΚΟΙΝΟΣ ΤΟΠΟΣ) ρημα, ἢ ὅτι ὡςπερ <ἀπὸ τόπου ἤτοι> ἀπὸ τινος κοινοῦ χωρίου ἐντευθεν ὁρῶμενοι καὶ τοὺς κατὰ τῶν ὡρισ-μένων προσώπων ῥαδίως ποιοῦμεθα λόγους.