Ancient Greek
72.1
Nicolaus, Progymnasmata 72.1
Unproofread scanNot analysed yet
ὁμολογουμένως ἡδικηκότος καὶ ἐξεληλευμένου, ὥστε καὶ ὡς ἐν δευτερολογίᾳ τοὺς λόγους ποιησόμεθα. Ἄλλοι <δ'> ὥρισαντο οὕτως· κοινὸς τόπος ἐστὶν αὔξησις καὶ καταδρομὴ ὁμολογουμένου πράγματος. οὗτοι δὲ ὑπὸ τὸν κοινὸν τόπον ἄγουσι πάντα τὰ δια- 5 βολῆς ἄξια, ἀγνοοῦντες ὅτι ἐστὶ τινὰ πράγματα, ἃ οὐχ ὑπὸ κοινὸν τόπον ἀλλ' ὑπὸ ψόγον ἄχθείη γε δικαιότερον. ταῦτα δέ ἐστιν, ἐφ' οἷς γινομένοις οὐ μία τιμωρία παρὰ τῶν νόμων ὥρισται· οἷον κατὰ οἰνόφλυγος ἢ κατὰ τοῦ ὅλως πράττοντός τι πρᾶγμα φαῦλον καὶ μέμψεως ἄξιον οὐ 10 μέντοι γε παρὰ νόμον τινὰ τὸν καὶ τιμωρίαν ἐπιβάλλοντα τῷ πράττοντι ἀπηγορευμένως οὐκ ἂν τις κοινῷ τόπῳ χρῶτο μᾶλλον ἢ ψόγῳ, ἀλλὰ τυχὸν κατὰ μοιχοῦ καὶ κατὰ ἱεροσύλου καὶ κατὰ ἄλλων, καθ' ὧν καὶ τὰ ἐπιτίμια παρὰ τῶν νόμων τέτακται. διαφέρει γὰρ ὁ κοινὸς τόπος τοῦ 15 ψόγου τούτῳ μάλιστα, <καθ'> ὁ ἐν μὲν τῷ κοινῷ τόπῳ δικασταὶ εἰσὶν οἱ ἐπὶ τιμωρίᾳ τοῦ ἁμαρτηκότος παρακαλούμενοι, ἐν δὲ τῷ ψόγῳ ἀκροαταὶ πρὸς μῖσος κινουνται αὐτοῦ, καθ' οὗ ἡ διαβολὴ γίνεται. ἔτι δὲ κατ' ἐκεῖνο διαφέρει, ὅτι ἐν μὲν τῷ κοινῷ τόπῳ ἀόριστόν ἐστι 20 τὸ πρόσωπον, ἐν δὲ τῷ ψόγῳ ὡρισμένον, ὅταν προσώπον διαβολήν, ἀλλὰ μὴ [μόνου] πράγματος ποιώμεθα.