Ancient Greek
72.3
Nicolaus, Progymnasmata 72.3
Unproofread scanNot analysed yet
Διαιροῦντες δὲ τὸν κοινὸν τόπον εἴρηκασιν οὕτως· ΠΡΟΓΓΥΜΝΑΣΜΑΤΑ (ΚΟΙΝΟΣ ΤΟΠΟΣ) τῶν κοινῶν τόπων, φамέν, οἱ μὲν εἰσὶν ἄπλοιοι, οἱ δὲ διπλοῖ· ἄπλοιοι μὲν οἷον κατὰ ἱεροσύλον ἢ κατὰ προδότον· διπλοῖ <δ'> οἷον κατὰ ἱερέως ἱεροσύλον ἢ κατὰ στρατηγοῦ προδότου'. ἁμαρτάνουσι δὲ καὶ οὗτοι τῇ τοῦ στρατηγοῦ ἢ ἱερέως προσθήκῃ οἴδμενοι διπλοὺς ἀποτελεῖν τοὺς κοινούς τόπους, οἷον εἴ λέγοι τις κατὰ μοιχοῦ φονέως —ἐνδέχεται γάρ —ἢ κατὰ κλέπτου φονέως ἢ εἴ τι ἄλλο τοιοῦτον, ἐν ᾧ δύο εἰσὶν ἀδικήματα, ὧν καὶ ἕκαστερον ἰδίαν κρίσιν ἐπιδέχεται. κατὰ στρατηγοῦ δὲ προδότου ἢ κατὰ ἱερέως ἱεροσύλον οὐχ ἂν καλοῖτο διπλοῦς τόπος· ἢ γὰρ τοῦ ἱερέως καὶ ἢ τοῦ στρατηγοῦ προσθήκη χορηγίαν μὲν ἂν παρέχοι τῇ καταδρομῇ πλεῖονα —ἄλλως γὰρ κατὰ ἁπλῶς προδότου καὶ ἄλλως κατὰ στρατηγοῦ προδότου τὸν λόγον εὐπορήσομεν —,διπλοὺς δὲ οὐχ ἂν ἀποτελοῖμεν τόπους, ἐπεὶ περιαιρεθέντος τοῦ τῆς προδοσίας ὀνόματος κατὰ στρατηγοῦ ἢ κατὰ ἱερέως μόνον τί ἂν τις καὶ λέγοι;