Ancient Greek
79.1
Nicolaus, Progymnasmata 79.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ (ΚΟΙΝΟΣ ΤΟΠΟΣ) διὰ πάντων λέναι, πλεονάσει δὲ ὅμως τὸ συμφέρον. καὶ οὕτω μετὰ τὴν τῶν κεφαλαίων ἐργασίαν τὴν μόνην αὐτῷ λοιπὴν ἀφορμὴν πρὸς σωτηρίαν ἀναιρήσομεν. ἔστι δὲ αὕτη ἡ τοῦ ἔλεους ἐκβολὴ ὀνομαζομένη, ἧπερ εἰώθασι ν οἱ κατηγορούμενοι χρῆσθαι μετὰ μηδεμίαν ἐλπίδα ἔχειν τοῦ φυγεῖν δύνασθαι. καὶ θέντες αὐτὴν καὶ πλατύναντες, ὡς ἐνδέχεται, λύσομεν [δὲ] πάλιν δι’ αὐτῶν τῶν τελικῶν κεφαλαίων, οἷς ἂν δυνώμεθα χρώμενοι, καὶ διὰ τῆς καλουμένης ὑποτυπώσεως. ἔστι δὲ ἡ ὑποτύπωσις 10 κεφάλαιον ὑπ’ ὧνιν ἄγου τὰ γεγενημένα καὶ δι’ ἐκφράσεως θεατὰς τῶν ἀτόπων ἐργαζόμενον ἡμᾶς. σκοπεῖν δὲ ἐπὶ τούτου δεῖ τοῦ κεφαλαίου, ὅπως μὴ λάθωμεν ἐκφράζοντες αἰσχρὰ πράγματα, ὅ συμβαίνει, ὅταν κατὰ μοιχοῦ τινος ἢ παιδοφθόρου ποιώμεθα τοὺς λόγους· ἐπὶ γὰρ 15 τῶν τοιούτων φεύγειν δεῖ τὴν διατύπωσιν· ἐκφράζοντες γὰρ πλεόν ἡμᾶς αὐτοὺς ἢ ἐκεῖνον διαβαλοῦμεν. ἀλλ’ εἰ δεῖ χρῆσθαι ἐπὶ τοιούτων πραγμάτων ὑποτυπώσει, παραστήσομεν αὐτοῦ διὰ ταύτης προπέτειαν, θρασύτινα ἄνθρωπον καὶ καταφρονοῦντα τῶν νόμων ἐκφράζοντες καὶ διὰ τοῦτο λέγοντες αὐτὸν μηδὲ αὐτὰς ὀκνησαι τὰς οὕτως ἀτόπους τῶν πράξεων. καὶ ταῦτα μὲν τὰ κεφάλαια, οἷς ὁ κοινὸς τόπος διαιρεῖται.