Ancient Greek
79.3
Nicolaus, Progymnasmata 79.3
Unproofread scanNot analysed yet
Τῶν δὲ προγυμνασμάτων τῶν μὲν ὄντων μερῶν, τῶν δὲ μερῶν καὶ ὅλων ὁ κοινὸς τόπος ἐστὶ ποτὲ μὲν τῶν ὡς μερῶν παραλαμβανομένων, ποτὲ δὲ καὶ τῶν ὡς ὅλων. ἐστὶ γὰρ ὅπου καὶ ὀλὴν ὑπόθεσιν ἀρκέσει πληρωθῆναι, ὡς εὑρίσκομεν ἐν ταῖς δευτερολογίαις, ἐν αἷς ἀκριβῶς τῶν προτέρων κατηγορησάντων καὶ ταῖς ἀποδείξεσι χρησαμένων οἱ δεύτεροι κοινοῖς τόποις χέχρηνται, καταδρομὴν τῶν ἁμαρτηκότων· ποιοῦμενοι καὶ παρακαλοῦντες ἐπὶ τὴν ψῆφον τοὺς δικάζοντας. καὶ τούτων τεκμήριον ὁ λόγος ὁ Κατὰ Ἀριστογείτονος, ἀντίκρυν ὧν ἐπίλογος· οὐδαμοῦ γὰρ ἰσχυραὶ ἀντιθέσεις οὐδὲ ἀγῶνος μεστὰι ἀποδείξεις, ἀλλὰ καταδρομὴ πανταχοῦ.