Ancient Greek
80.2
Nicolaus, Progymnasmata 80.2
Unproofread scanNot analysed yet
Ἰδιον δὲ ἐπιλόγων τὸ δεινώσεις παραλαμβάνειν καὶ σχετλιασμούς· καὶ παθητικὴν ὅλως ἐργάζεσθαι τὴν φράσιν καὶ αὐτῇ δὲ τῇ ὑποκρίσει κεχρῆσθαι περιπαθεστέραν, ἥπερ δεῖ πάντα ἐν τῷ κοινῷ τόπῳ φυλάττειν· ἐστὶ γάρ, ὅπερ ἔφην, ἐπίλογος, εἰ καὶ μὴ πάντα ἔχει, ὅσα ὁ ἐπίλογος, ἀλλὰ κατὰ τινα διαφέρει. <τίνα δὲ ἐστὶ τὰ τοῦ ἐπιλόγου ἴδια καὶ κατὰ τί τοῦ κοινοῦ τόπου διαφέρει,> ἐν ἑτέρῳ καιρῷ μαθησόμεθα.