Ancient Greek
91.3
Nicolaus, Progymnasmata 91.3
Unproofread scanNot analysed yet
Ἐλέγομεν δὲ ἄνωτέρω, ὅτι καὶ περὶ πραγμάτων ἀσχο-λεῖται εὐφημίας τὸ ἐγκώμιον· τὰ δὲ πράγματα ἢ ἄψυχά ἐστιν, ὄντα ἐν σώμασιν οἷον ἄσπις ἢ δόρυ ἢ λίθος ἢ ἄλλο τι τοιοῦτον, ἢ ἄσώματα οἷον ἢ ῥητορικὴ καὶ ὅλως τὰ ἐν ἐπιτηδεύμασιν· εἰκὸς οὖν τινὰ ζητῆσαι, πῶς οὖν ταῦτα ἐγκωμιάσομεν καὶ εἰ δυνατόν τοῖς αὐτοῖς χρῆσθαι κεφα-λαίοις, οἷοπερ καὶ ὅταν ἄνδρα τινὰ ἐπαινῶμεν. δεῖ τοίνυν εἰδέναι, ὅτι καὶ ἐπὶ τούτων τοῖς ἐνδεχομένοις τῶν ἐγκω-μίων τόποις χρησόμεθα, οἷον τυχὸν ἐπὶ τῶν ἐπιτηδευ-μάτων ἀντὶ μὲν γένους παραλαμβάνοντες τοὺς εὕροντας ἢ πρώτους χρησαμένους αὐτοῖς, ἀντὶ δὲ ἀγωγῆς τὴν ἐν αὐτοῖς ἄσκησιν, ἀντὶ δὲ πράξεων τὰς χρείας, ἃς πληροῖ τῷ τῶν ἀνθρώπων βίῳ, καὶ τὰς ὠφελείας, καὶ ἐφ’ ἕκαστον