Ancient Greek
92.1
Nicolaus, Progymnasmata 92.1
Unproofread scanNot analysed yet
ΝΙΚΟΛΑΟΥ ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ τῶν ἄλλων οὕτως. ἐπεὶ καὶ αὐτῶν τῶν εἰς ἐμψυχα γινο-μένων ἐπαίνων οἱ μὲν εἰσὶ κοινοί, οἷον ἀνθρώπου ἵππον, οἱ δὲ ἴδιοι οἷον Σωκράτους ἢ ἄλλου τινός· καὶ ἐπ’ ἐκείνων οὖν τῶν κοινῶν τῶν ἐνδεχομένων δεῖ στοχαζεσθαι. καὶ ὅλως αὐτὸν τὸν λέγοντα δεῖ, κατὰ ’Ἰσοχράτην ,μανθάνειν μὲν τὰς διαιρέσεις, κριτὴν δὲ εἶναι τῆς χρήσεως καὶ συμβαίνοντας καὶ καιροῖς καὶ προσώποις καὶ πράγμασι ποιεῖσθαι τοὺς λόγους.