Ancient Greek
92.3
Nicolaus, Progymnasmata 92.3
Unproofread scanNot analysed yet
Φασὶ δὲ ἐν τοῖς ἐγκωμίοις ἐπιτηδεύειν δεῖ τὴν γλαφυρὰν τε καὶ ἀβροτέραν καὶ θεατρικὴν φράσιν μετὰ τινος σμνότητος’. ὥσπερ γὰρ ἐν τοῖς συμβουλευτικοῖς ὄγκον δεόμεθα καὶ ἀξιώματος, καὶ ἐν τοῖς δικανικοῖς σφοδρό-τητός τῆς ἐμψυχον τὸν ἄγῶνα ποιούσης, οὕτω καὶ ἐν τοῖς πανηγυρικοῖς τῆς ὀφειλούσης ἡδονὴν ἐμποιῆσαι, ὅπερ ἔφη, μετὰ τοῦ σμνοῦ τρυφῶσιν ἄνθρωποις καὶ σχολάζουσιν.