Ancient Greek
94.1
Nicolaus, Progymnasmata 94.1
Unproofread scanNot analysed yet
ἡμῖν ἄρκει, τἆλλα τὰ περὶ τοῦ ἥρωος παραλείψομεν, ἐπεὶ συμβαίνει μειζον εἶναι τοῦ ἔργου τὸ πάρεργον καὶ τὸν ἅπαντα ἡμῖν περὶ τοῦτο δαπανᾶσθαι λόγον. πρὸ τοῦ ἔγκωμίου δὲ αὐτὴν τάττειν οὐκ ἔχρῃν, ἐπειδὴ διπλοῦν ἐστιν ἐνταῦθα ἔγκώμιον· ἐστὶ γὰρ σύγκρισις λόγος τὸ βέλτιον ἢ χειρὸν παριστάς, ἤτοι οὕτως· σύγκρισις ἐστὶ παράλληλος ἐξέτασις ἀγαθῶν ἢ φαύλων ἢ προσώπων ἢ πραγμάτων, δι’ ἧς πειρώμεθα ἢ ἴσα ἀλλήλοις ἀμφότερα δεικνύναι τὰ προκείμενα, ἢ τὸ ἕτερον προέχον τοῦ ἑτέρου. ἐν τοίνυν τῇ συγκρίσει καλουμένῃ, λέγω δὴ ἐν τούτῳ τῷ προγυμνάσματι, τέως τὴν πρὸς τὸ ἕλαττον σύγκρισιν, ἣν ἐν τῷ κοινῷ τόπῳ κατ’ ἐπιτίμησιν παραλαμβάνομεν, φευξόμεθα ἤδη. εἰ τοίνυν διπλοῦν ἐστιν ἔγκώμιον ἢ σύγκρισις, πῶς εἴκός ἦν τοῦ ἀπλοῦ τὸ διπλοῦν προτάττειν; οὐκ ἄρα οὖν πρὸ τοῦ ἔγκωμίου ταχθήσεται.