Ancient Greek
94.2
Nicolaus, Progymnasmata 94.2
Unproofread scanNot analysed yet
Ἔστι δὲ καὶ αὐτὴ τῶν μερῶν καὶ ὅλων· καὶ γὰρ ὡς μέρος παραληφθήσεται, ὥσπερ ἐν τοῖς ἔγκωμίοις καὶ ἐν τοῖς κοινοῖς τόποις, καὶ ὡς ὅλον, ὥσπερ ὅταν τυχὸν προκέηται καλοῦ βίου γέρας καὶ ἀμφισβητῶσι πρὸς ἀλλήλους δύο τινὲς ἐπ’ αὐτῷ διαπρέψαντες.