Ancient Greek
95.1
Nicolaus, Progymnasmata 95.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΓΥΜΝΑΣΜΑΤΑ (ΣΥΓΚΡΙΣΙΣ) Χρησόμεθα δὲ διαιρέσει καὶ ἐνταῦθα, ἧπερ ἐν τῷ ἐγκωμίῳ, τοσοῦτον μόνον εἰδότες, ὅτι διπλᾷ εὑρίσκεται ἐν αὐτῇ τὰ κεφάλαια, καὶ ὥσπερ ἐκεῖ τὰ ἐνδεχόμενα ζητήσομεν, τοῖς ὑποκειμένοις ἀκολουθοῦντες ἢ προσώποις ἢ πράγμασι· τοσαῦτα δὲ ἢ καλὰ ἢ μὴ ἀλλήλοις συγκρινοῦμεν, ὅσα δὴ ἐγκωμιάζομεν ἢ ψέγομεν. οὐδὲν οὖν δεῖ ἐνταῦθα πλέον περὶ τούτων λέγειν. ἐκεῖνο δὲ χρὴ μόνον προσθεῖναι, ὅτι, εἴτε ἀγαθῶν εἴτε κακῶν ποιοῦμεθα ἐξέτασιν, δεῖ μὴ καθαιρέσει τῶν ἀντεξεταζομένων αὐξεῖν τὰ ἡμέτερα· οὐ γὰρ οὕτω μεγάλα ταῦτα ἐπιδείξομεν, ἀλλὰ τότε ἔσται τὰ ἡμέτερα μεγάλα, ὅταν μεγάλων μείζονα φανῇ, ὡς τὸ Ὀμηρικὸν