Ancient Greek
98.1
Nicolaus, Progymnasmata 98.1
Unproofread scanNot analysed yet
ποίαν εὐθὺς μετὰ τὴν σύγκρισιν τιθέντες φαμέν· ἦθοποία ἐστὶ λόγος ἀρμόζων τοῖς ὑποκειμένοις, ἦθος ἢ πάθος ἐμφαίνων ἢ καὶ συναμφότερα. ἀρμόζων μὲν τοῖς ὑποκειμένοις, ἐπειδὴ δεῖ στοχάζεσθαι καὶ τοῦ λέγοντος καὶ πρὸς ὃν λέγει. ἦθος δὲ ἢ πάθος ἢ καὶ συναμφότερα, ἐπειδὴ ἢ πρὸς τὰ καθόλου τις ἀποβλέπει ἢ πρὸς τὸ ἐκ περιστάσεως γεγόμενον· ταύτῃ γὰρ ἦθος πάθους διαφέρει· οἷον εἰ λέγομεν ὅτι ποίους ἂν εἴποι λόγους δειλὸς ἐπὶ μάχην μέλλων ἐξιέναι, τοῦ καθόλου τοῖς δειλοῖς προσόντος ἤθους φροντιοῦμεν· εἰ δὲ λέγομεν, ποίους ἂν εἴποι λόγους τυχὸν Ἀγαμέμνων ἐλὼν τὴν Ἴλιον, ἢ Ἀνδρομάχη πεσόντος Ἕκτορος, δώσει τὴν εὐπορίαν τὰ πάθη τὰ νῦν γεγόμενα.