Ancient Greek
98.2
Nicolaus, Progymnasmata 98.2
Unproofread scanNot analysed yet
Τῶν δὲ ἠθοποιῶν αἱ μὲν εἰσιν ἠθικαί, αἱ δὲ [εἰσὶ] παθητικαί, αἱ δὲ μικταί· ἠθικαὶ μὲν καὶ παθητικαί, ὡς ἤδη ἐδηλώσαμεν, μικταὶ δὲ αἱ ἀπὸ ἀμφοῖν, οἷον ἐὰν εἴπω, ποίους ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐξιὼν ἐπὶ πόλεμον μετὰ τὴν τελευτὴν τοῦ Πατρόκλου· προσθήσω γὰρ τῷ ἠθεὶ καὶ τὰ ἐκ τοῦ πάθους καὶ μικτὴν ἐργάσομαι.