Ancient Greek
99.3
Nicolaus, Progymnasmata 99.3
Unproofread scanNot analysed yet
Καὶ περὶ τὴν διαίρεσιν δὲ πολλῆς οὖσης τοῖς περὶ αὐτῆς διαλαμβάνουσι τῆς διαφορᾶς τὴν κρατοῦσαν δεῖ ἐκθεῖσθαι, ὅτι τρισὶ χρόνοις διαιρεῖται, ἐνεστῶτι, παρεληλυθότι καὶ μέλλοντι· ἄ γὰρ τινες ὤνόμασαν κεφάλαια, ταῦτα ἐνθυμήματά εἰσι τῶν περὶ ἕνα τῶν χρόνων τούτων εὑρισκομένων. ἀρξόμεθα οὖν ἀπὸ τοῦ ἐνεστῶτος καὶ ἀναδρομούμεθα ἐπὶ τὸν παρεληλυθότα χρόνον, εἶτα ἐκεῖθεν πάλιν ἀναστρέψομεν ἐπὶ τὸν ἐνεστῶτα· οὐ γὰρ ἀμέσως ἥσομεν ἐπὶ τὸν μέλλοντα, ἀλλὰ μνημονεύσομεν διὰ βραχέων τῶν νῦν συνεχόντων καὶ οὕτως ἐξετάσομεν τὰ μέλλοντα. οἷον ἡ ἠθοποιία· ποίους ἂν εἴποι λόγους