Ancient Greek
98.3
Nicolaus, Progymnasmata 98.3
Unproofread scanNot analysed yet
Τὴν δὲ προσωποποιίαν καλουμένην, οὖσαν σχεδὸν τὴν αὐτὴν τῇ ἠθοποιίᾳ, ἕτεροι ἕτερως διαφέρειν αὐτῆς ἐνό- ΠΡΟΓΓΜΝΑΣΜΑΤΑ (ΗΘΟΠΟΙΙΑ) μισαν· οἱ μὲν γὰρ προσωποποιίαν ἐκάλεσαν τὴν ἔχουσαν ὡρισμένα καὶ τὰ πρόσωπα καὶ τὰ ὑποκείμενα πράγματα, ἠθοποιίαν δὲ τὴν πανταχόθεν ἀναπλαττομένην, ἣν καὶ ῥῆσιν καλοῦσι, τοῦτο αὐτῇ τιθέντες ὄνομα· εἰσὶ δέ, οἱ καὶ κάλλιστον ἔδοξαν, ἠθοποιίαν μὲν τὴν ἐκ τῶν ὡρισμένων προσώπων, προσωποποιίαν δέ, ἐν ᾗ καὶ πρόσωπα πλάττομεν καὶ περιτίθεμεν αὐτοῖς λόγους· ταύτην δὲ μάλιστα τοῖς ποιταῖς ἀνατιθέασι, οἷς ἐστὶ καὶ τὰ ἄψυχα μεταπλάττειν εἰς πρόσωπα ἐξουσία καὶ περιποιεῖν αὐτοῖς ῥήματα.