Ancient Greek · ~8 min
Book 13, lines 13.411-13.463
Nonnus of Panopolis, Διονυσιακά 13.411-463
Not analysed yet
τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ
Ἠλέκτρης ἀνέτελλε διʼ αἰθέρος ἕβδομος ἀστὴρ
δεξιὸν ὑσμίνης σημήιον, ἀμφὶ δὲ νίκῃ
πληιάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ
γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ,
καὶ στρατιῇ πόρε θάρσος ὁμοίιον· ἐρχομένων δὲ
Ὤγυρος ἡγεμόνευεν ἐς Ἄρεα δεύτερος Ἄρης,
Ὥγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων·
τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας, ἐκ δὲ καρήνου
αὐχενίου τε τένοντος ὀπισθοκόμων ἐπὶ νώτων
ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις
ἔρρεον ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν
μηκεδανήν, περίμετρον, ὁμοίιον αὐχένι πέτρης,
βάρβαρον ἦθος ἔχων πατρώιον· οὐδέ τις αὐτοῦ
φέρτερος ἄλλος ἵκανεν Ἑώιον εἰς μόθον Ἰνδῶν
νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην
Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι.
καὶ θρασὺς υἱὸς Ἄρηος ἑὴν Πίμπλειαν ἐάσας
Βιστονίης Οἴαγρος ἐκώμασεν ἀστὸς ἀρούρης,
Ὀρφέα καλλείψας ἐπὶ γούνασι Καλλιοπείης
νήπιον ἀρτιχύτῳ μεμελημένον εἰσέτι μαζῷ.
Κυπριάδας δὲ φάλαγγας ἐκόσμεε Λίτρος ἀγήνωρ
εὐχαίτης τε Λάπηθος· ἐθωρήσσοντο δὲ πολλοί,
οἵ τʼ ἔλαχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου.
Κύπρον ἐυπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων,
Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε Κύπρου
ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης
ἰσοφυῆ δελφῖνι τύπον τορνώσατο Νηρεύς—
ὁππότε γὰρ γονόεσσα κατάρρυτος ἄρσενι λύθρῳ
Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση
καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου
ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς,
ἑζομένην λοφίῃσιν ἐλαφρίζων Ἀφροδίτην—,
οἵ τʼ ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ
καὶ Τάμασον καὶ Τέμβρον Ἐρυθραίην τε πολίχνην
καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου·
ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου,
ὕστερον ἣν ἐκάλεσσαν ὁμώνυμον ἡγεμονῆος,
ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ
κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις.
οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πέτρην
ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης
αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας
ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων,
οἵ τʼ εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης,
καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων,
ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης,
ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ,
Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα
Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης,
καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, ᾧ ποτε Τεῦκρος,
καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος,
ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα.