Ancient Greek
Book 14, lines 14.159-14.216
Nonnus of Panopolis, Διονυσιακά 14.159-216
Not analysed yet
πῇ δὲ γυναικείην φορέων ψευδήμονα μορφὴν
μιμηλὴ κροκόπεπλος ἐν εἵμασι φαίνετο κούρη
ἀρτιθαλής, φθονερῆς δὲ παραπλάζων νόον Ἥρης
χείλεσιν ἀντιτύποισιν ἀνήρυγε θῆλυν ἰωήν,
καὶ πλοκάμοις εὔοδμον ἐπεσφήκωσε καλύπτρην
θήλεα πέπλα φέρων πολυδαίδαλα· μεσσατίῳ δὲ
στήθεϊ δεσμὸν ἔβαλλε καὶ ὄρθιον ἄντυγα μαζοῦ
παρθενίῳ ζωστῆρι, καὶ οἷά περ ἅμμα κορείης
πορφυρέην λαγόνεσσι συνήρμοσε κυκλάδα μίτρην.
καὶ δόλος ἦν ἀνόνητος, ἐπεὶ μάθεν ὑψόθεν Ἥρη
πάντοθι δινεύουσα πανόψιον ὄμμα προσώπου,
μορφὴν ἀλλοπρόσαλλον ὀπιπεύουσα Λυαίου·
καὶ Βρομίου φυλάκεσσιν ἐχώσατο· δεξαμένη δὲ
Θεσσαλίδος δολόεντα παρʼ Ἀχλύος ἄνθεα ποίης
ὕπνον θελγομένων φυλάκων ἐπέχευε καρήνῳ,
μάγγανα φαρμακόεντα κατασταλάουσα κομάων·
καὶ μάγον ἁβρὸν ἄλειφα περιχρίσασα προσώπῳ
ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς·
τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή,
ἱππείη δʼ ἀνέτελλε διʼ ἰξύος ὄρθιος οὐρὴ
ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,
καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη,
ὄμματα δʼ εὐρύνοντο τανυκραίροιο μετώπου,
καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων,
γναθμοὶ δʼ ἀργιόδοντες ἐμηκύνοντο γενείων,
ξείνη δʼ αὐτοτέλεστος ἀπʼ ἰξύος εἰς πόδας ἄκρους
ἀμφιλαφὴς λασίοιο κατʼ αὐχένος ἔρρεε χαίτη.
δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες,
Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ
σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς,
καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ
Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω
Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην,
εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων.
Κενταύρων δʼ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,
Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελον αὔραις
ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος,
μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην,
Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσας
ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην·
ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ
παιδογόνων προχέων φιλοτήσιον ὄμβρον ἀρότρων·
γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην
ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.
τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,
αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης
ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων.
νύμφαι δʼ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ
λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,
αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ
μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπναις
γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι
ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,
συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι
εἰς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι
τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,
αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ,
ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις·