Ancient Greek · ~7 min
Book 14, lines 14.217-14.263
Nonnus of Panopolis, Διονυσιακά 14.217-263
Not analysed yet
χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ
μαινάδες ὡμάρτησαν ἀταρβέες εἰς μόθον Ἰνδῶν·
ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ
κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι,
αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη
καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις,
Σειλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ
Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ
Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη,
Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ
οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή.
κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ,
πάντων δʼ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης
ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων
οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ,
οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,
χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου
ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,
κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς
δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης
ἄργυφα πορφυρέοις ἐπεθήκατο ταρσὰ κοθόρνοις,
νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας,
στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων·
καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην.
λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου,
χρύσεον εὐποίητον, ἀπʼ οἰνοχύτου δὲ κεραίης
ὄρθιος οἰνοπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης·
χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ,
δεξιτερῇ κούφιζεν, ἐπʼ ἀκροτάτῳ δὲ κορύμβῳ
χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή.
ἀλλʼ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς
χρύσεον εὐποίητον ἐδύσατο κόσμον Ἐνυοῦς,
εὔδια καλλείψας χοροτερπέος ἔνδια Ῥείης
Μῃονίην παράμειβεν· ὀρεσσιπόλοις δʼ ἅμα Βάκχαις
δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί·
οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης
φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου·
πολλαὶ δʼ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ
νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας·
καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ
ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν·
ἄλλοι δʼ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις
ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης·
καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης
αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι,
κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις
χεῖλος ἐπισφίγξαντες ἀπειλητῆρι χαλινῷ.