Ancient Greek · ~7 min
Book 15, lines 15.300-15.341
Nonnus of Panopolis, Διονυσιακά 15.300-341
Not analysed yet
δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν·
αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων
ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.
ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης
μάρτυν ἑῆς ὀδύνης, γαμίην ἐμελίζετο μολπήν.
παρθενικὴ δʼ ἀγόρευεν ἐπεγγελόωσα νομῆι·
Ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν·
πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς.
ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος· ἀμφὶ δὲ μολπῇ
παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις
ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου
ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.
ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ.
αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ,
μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,
πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν·
Ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ
κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην,
οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν
ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω
ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ.
τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ
τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή,
πρὸς Παφίης, μὴ πέμπε κατʼ αὐχένος, ἡμετέρην δὲ
σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.
αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς·
ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει,
τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ
καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ.
κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.
θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν·
ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ
δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων,
ἐκταδὸν αὖ ἐρύοντα τεὴν μελιηδέα νευρὴν
δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.
θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ·
οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν,
γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων
ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ.
εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,
εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ
ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί.