Ancient Greek · ~8 min
Book 17, lines 17.196-17.248
Nonnus of Panopolis, Διονυσιακά 17.196-248
Not analysed yet
φεῦγε γὰρ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν
Σειληνῶν παρέμιμνεν. ἀελλήεντι δὲ ταρσῷ
γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος
ἀντία Κενταύρων ἀνεμώδεα λᾶον ἀείρων,
καὶ τύχεν Ὑλαίοιο· δασυστέρνου δὲ νομῆος
ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ,
καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ,
ψευδαλέου μίμημα τετυγμένον ἠθάδι γύψῳ,
ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς·
καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ
εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις· αὐτὰρ ὁ κάμνων
ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ.
Κενταύρου δʼ ἑτέροιο διʼ εὐκεράοιο καρήνου
ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου
ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην·
καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ
ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην·
καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ,
εἰλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου·
καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων
τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος,
κρᾶτα τυπείς. Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς
στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ
αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ·
τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ
πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται·
καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον· αἰδομένη δὲ
δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα,
γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ.
καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην
καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ,
ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν
συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ.
καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης,
θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ.
ἄμφω δʼ εἰς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν
ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου
κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης
θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην·
οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου
ταυροφυῆ τύπον εἶχε Σεληναίοιο μετώπου
τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ,
ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὖ ποτε κόψας
Ἡρακλέης κέρας εἷλε γαμοστόλος· ἀλλὰ Λυαῖος
οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης,
δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,
ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου
ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ
δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιτύπου δὲ
πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου
Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου
ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης·