Ancient Greek · ~7 min
Book 19, lines 19.141-19.186
Nonnus of Panopolis, Διονυσιακά 19.141-186
Not analysed yet
ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ,
ἥσσονα δʼ ὀρχήσαιτο, καὶ ἥσσονα δῶρα δεχέσθω·
οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δέ
ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα
οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω,
οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν,
δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων·
οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμή
τηλεφόρου· Σταφύλῳ δέ, καταφθιμένῳ Βασιλῆι,
ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα ταρσὰ γεραίρω·
οὐδὲ παλαισμοσύνῃ μυιαλκέι δῶρα τιταίνω,
οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες,
οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ
νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,
χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου
ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ
δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.
τοῖον ἔπος φαμένου κερόεις Σειληνὸς ἀνίστη,
καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ
χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων,
οὐχ ὅτι χρύσεος ἦεν ὑπέρτερος, ἀλλʼ ὅτι μοῦνον
εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης
ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου
θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή·
καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς,
μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης.
καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ,
νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι·
εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου·
δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καί Διονύσῳ;
κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ·
δέξό με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας,
οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης·
ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.
ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης,
δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴου,
Σειληνὸς δὲ νέης πιέτω νέον ὄγκον ὀπώρης.
καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω,
ὅττι χορὸν προβέβουλα φιλοκνίσοιο τραπέζης·
σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω
κῶμον ἀνακρούων ἐπιτύμβιον· εἰμὶ δὲ Βάκχου,
οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν,
οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων
δακρυχέων ἐρατεινὸν Ἀτύμνιον· Ἡλιάδων δὲ
ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο
εἰμί, νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος·