Ancient Greek · ~8 min
Book 2, lines 2.350-2.400
Nonnus of Panopolis, Διονυσιακά 2.350-400
Not analysed yet
καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην
πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω
αἷμα νέων μακάρων πολυαύχενον· οὐ χορὸν ἄστρων
λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω
ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ
παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ.
εἶπεν ὁμοκλήσας· Κρονίδης δʼ ἐγέλασσεν ἀκούων.
καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ
πομπὸς Ἔρις Τυφῶνι, Διὸς δʼ ἡγήσατο Νίκη
εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης
ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,
οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλʼ ὑπὲρ αὐτοῦ
αἰθέρος ἵστατο δῆρις, ἔην δʼ ἐνὶ γούνασι Νίκης
σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.
Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων
αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,
καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας
εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς
ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι
αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,
συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.
καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς
φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ
ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,
καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ·
ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ
ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δʼ αὐχήν,
ὑψινεφὴς δʼ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·
καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι
αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.
μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ
ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,
αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,
ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.
δένδρεα δʼ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν
σειόμενα Κρονίδαο καταντίον, ἄλλα δὲ γαίης
ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότι παλμῷ
Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ·
πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ
καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι
ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.
πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,
καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται
ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην
κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης
Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι
Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι
μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δʼ ἀκτὴ
ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δʼ ἄρκτου
ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,
Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη·