Ancient Greek · ~7 min
Book 2, lines 2.401-2.450
Nonnus of Panopolis, Διονυσιακά 2.401-450
Not analysed yet
ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ
Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.
καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ
ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·
καὶ τὰ μὲν ἀίσσοντα Σεληναίῳ παρὰ δίφρῳ
ἀσταθέων ἀχάρακτα κατέγραφον ἴχνια ταύρων,
ἄλλα δὲ δινηθέντα διʼ ἠέρος ὀξέι ῥοίζῳ
ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται·
καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ
πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ,
γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης·
ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης
Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.
καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας
εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς
αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ
στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ
δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη
πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,
Ἄρης δʼ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις
ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,
ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ·
ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.
καὶ πῇ μὲν στεροῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ,
ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δʼ ὄμβρων
πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης
ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ
κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις
ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ,
ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ·
καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνης,
ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης
μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης
ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,
οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου.
καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων
δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων
ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας
ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας
αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ
κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων
μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,
χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,
ἀστεροπῇ προέηκε· χαραδραίῳ δὲ ῥεέθρῳ
βαλλομένη σελάγιζε διʼ ὕδατος αἰθερίη φλὸξ
λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ
αἰθαλόεν, διερὴ δὲ δύσις τερσαίνετο μύδρῳ·
σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,
νήπιος· οὐδʼ ἐνόησε, πυραυγέες ὅττι κεραυνοὶ
καὶ στεροπαὶ γεγάασιν ἀπʼ ὀμβροτόκων νεφελάων.