Ancient Greek · ~7 min
Book 25, lines 25.148-25.195
Nonnus of Panopolis, Διονυσιακά 25.148-195
Not analysed yet
οἶδα μόθου Μίνωος, ὃν ὤπασε θῆλυς Ἐνυὼ
κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης,
ὁππότε Κύπρις ἕην κορυθαιόλος, ὁππότε Πειθὼ
χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη,
μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς
ἀπτολέμων τόξευε γαμοστόλος ἑσμὸς Ἐρώτων,
καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ
Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ,
εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων
ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης,
ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην
καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ
ἁβροχίτων ἐτέλεσσεν Ἔρως καλλίτριχα νίκην·
Σκύλλα γὰρ ὑπνώοντος ἀκερσικόμοιο τοκῆος
ἥλικα πορφυρέης ἀπεκείρατο βότρυν ἐθείρης,
καὶ πόλιν ἔπραθε πᾶσαν ἕνα τμητῆρι σιδήρῳ
βόστρυχον ἀμήσασα πολισσούχοιο καρήνου.
Μίνως μὲν πτολίπορθος ἑῷ ποτε κάλλεϊ γυμνῷ
ὑσμίνης τέλος εὗρε, καὶ νίκησε σιδήρῳ,
ἀλλὰ πόθῳ καὶ ἔρωτι· κορυσσομένου δὲ Λυαίου
οὐ Πόθος ἐπρήυνεν ἀκοντοφόρων μόθον Ἰνδῶν,
οὐ Παφίη κεκόρυστο συναιχμάζουσα Λυαίῳ,
κάλλεϊ νικήσασα, μόθου τέλος οὐ μία κούρη
οἰστρομανὴς χραίσμησεν ἐρασσαμένη Διονύσου,
οὐ δόλος ἱμερόεις, οὐ βόστρυχα Δηριαδῆος,
ἀλλὰ πολυσπερέων πολέμων ἑτερότροπος Ἰνδὸς
νίκης εὖχος ἔχων παλιναυξέος. εἰ δὲ γεραίρεις
Ἴναχον Ἡρακλῆος, ὅλον πόνον αὐτὸς ἐλέγξω.
οἶδα μέν, ὅττι λέοντι βραχίονα λοξὸν ἑλίξας
εὐπαλάμῳ πήχυνε περίπλοκον αὐχένα δεσμῷ,
πότμον ἄγων ἀσίδηρον, ὅπῃ ζωαρκέι λαιμῷ
ἔμπνοος ἀσφαράγοιο μέσος πορθμεύεται ἀήρ·
οὐκ ἄγαμαι καὶ τοῦτο· παρʼ εὐπετάλῳ ποτὲ λόχμῃ
χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη
παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ
ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ·
ἀρτιθαλὴς δʼ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων
χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος
φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ
αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων·
εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ
θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ
ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι, δίφρου
ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων.
πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων
νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου.
οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον· ἀλλὰ Λυαίῳ
παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων.