Ancient Greek · ~7 min
Book 25, lines 25.196-25.241
Nonnus of Panopolis, Διονυσιακά 25.196-241
Not analysed yet
τί πλέον Ἡρακλέης θρασὺς ἥνυσεν, εἴ τινα πηγὴν
πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην,
τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης
φυταλίην πολύδειρον ἀνασταχύοντα δρακόντων;
αἴθε δὲ μοῦνος ἔπεφνε, καὶ οὐκ ἐκάλεσσε μογήσας
ἀρτιφύτων Ἰόλαον ἀλοιητῆρα καρήνων,
δαλὸν ἀερτάζοντα σελασφόρον, εἰσόκεν ἄμφω
θῆλυν ὄφιν πρήνιξαν, ἐγὼ δʼ οὐκ οἶδα γεραίρειν
οὐτιδανῇ δύο φῶτας ἐριδμαίνοντας ἐχίδνῃ·
εἷς πόνος ἀμφοτέροισι μερίζετο· θυρσοφόρος δὲ
μοῦνος ἀποτμήξας ὀφιώδεας υἷας Ἀρούρης
Εὔιος ἔχραε πᾶσι, Διὸς πρόμος, ὧν ὑπὲρ ὥμων
ἀμφιλαφεῖς ἑκάτερθεν ἀμοιβάδες ἔρρεον ὕδραι,
ὕδρης Ἰναχίης πολὺ μείζονες, ἀντὶ δὲ Λέρνης
ἀσταθέες σύριζον ἐν αἰθέρι γείτονες ἄστρων.
ἱλήκοις, Ἰόλαε· σὺ γὰρ δέμας ἔφλεγες ὕδρης,
καὶ μόνος Ἡρακλέης, μόνος ἥρπασεν οὕνομα νίκης.
οὐ Νεμέην ἐλάχειαν ἐμὸς πρόμος, οὕ τινα Λέρνην
Βάκχος ἀνεζώγρησε πολυσφαράγων ἀπὸ λαιμῶν,
θάμνον ἐχιδνήεντα ταμὼν παλιναυξέος ὕδρης,
ἀλλὰ Νότον καὶ ταρσὰ Βορήια καὶ πτερὸν Εὕρου
καὶ Ζέφυρον κήρυκα φέρων τετράζυγι νίκῃ
ὠκεανόν, χθόνα, πόντον ἑῶν ἔπλησεν ἀέθλων.
εἰ κλέος ἀνδρὶ φέρουσι δράκων, εἰ φωλάδες ὕδραι,
Βάκχου στέμματα ταῦτα λεχώια, ταῦτα Λυαίου
φρικτὰ δρακοντείων ὀφιώδεα δεσμὰ κομάων,
ἐξ ὅτε πατρὸς ἔλειπε τελεσσιγόνου πτύχα μηροῦ.
Σιγήσω κεμάδος χρύσεον κέρας, οὕ τι χαλέψω
τηλίκον Ἡρακλῆα μιῆς ἐλάφοιο φονῆα·
μὴ τρομερῆς ἐλάφου μιμνήσκεο· νεβροφόνῳ γὰρ
θυιάδι βαιὸν ἄθυρμα πέλει κεμαδοσσόος ἄγρη.
Κνώσσιον Ἡρακλῆος ἔα πόνον· οἰστρομανῆ γὰρ
οὐκ ἄγαμαί τινα ταῦρον, ὃν ἤλασεν, ὅττι τινάσσων
τοσσατίην κορύνην ὀλίγην ἔτμηξε κεραίην·
πολλάκι τοῦτο τέλεσσε γυνὴ μία, πολλάκι Βάκχη
ἄσπετον εὐκεράων ἀγέλην δαιτρεύσατο ταύρων,
οὐτιδανὴ θεράπαινα βοοκραίρου Διονύσου·
θηγαλέην δʼ ἐπίκυρτον ἀνειρύσσασα κεραίην
πολλάκις, εἰ κεράεσσιν ἐμάρνατο μαινόμενος βοῦς,
εἰς γόνυ ταῦρον ἔκαμψεν, ἀκοντιστῆρα λεόντων.
κάλλιπε καὶ τριλόφοιο καρήατα Γηρυονῆος·
καὶ γὰρ ἐμὸς Διόνυσος ἑῷ ταμεσίχροϊ κισσῷ
Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
Ἄλπον ἐχιδναίοις ἑκατὸν κομόωντα καρήνοις,
ἠελίου ψαύοντα καὶ αὖ ἐρύοντα Σελήνην,
ἀστραίην πλοκάμοισι περιθλίβοντα χορείην.