Ancient Greek · ~7 min
Book 29, lines 29.251-29.301
Nonnus of Panopolis, Διονυσιακά 29.251-301
Not analysed yet
καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ
οἰστρομανής. Τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ
Οἰνώνη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ
γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης
οἰδαλέοι σμήριγγες ἐδινεύοντο καρήνου.
καὶ στόνος ἦν βαρύδουπς· ὁμοζήλῳ δὲ κυδοιμῷ
Ἀστράεις Σταφύλην, Καλύκην δʼ ἐδίωκε Κελαινεύς.
Σειληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς
θεινομένην βουπλῆγι· μιῇ δʼ ἐλατῆρος ὁμοκλῇ
Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς,
Σειληνοῦ τρία τέκνα δασύτριχος, ὅς δίχα λέκτρων
ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης.
ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην
τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν
ἕλκεσι φάρμακα πάσσεν· Ἐνυαλίῳ δὲ σιδήρῳ
τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην,
κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ·
Εὐπετάλης δʼ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ,
καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ·
Μυρτοῦς δʼ οὐταμένην παλάμην ἰήσατο μύρτῳ,
καὶ Καλύβην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,
ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ·
Νύσης δʼ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,
χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ·
ὄμμασι δʼ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ.
ἀλλʼ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ
θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
Βασσαρὶς Ἰνδὸν Ἄρηα μετέστιχε θυιὰς Ἐνυώ,
ἀμφὶ, σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης
ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ.
καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἑσμὸν ἐγείρων
αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον Ἄρεος Ἠχώ,
καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων
ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης,
κύμβαλα δʼ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν
Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ·
ἀντιβίων δὲ δάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ
ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί.
λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.
ἀλλʼ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ
λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης,
δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν,
ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἑσμὸς Ἑνυοὺς
φρικτὸν ὁμολώσσων στομάτων θρόον· ἀσταθέες δὲ
ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί,
ἄλλοι δʼ ἐν πεδίῳ· στρατιὴ δʼ ἐμερίζετο Βάκχου,
δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ,
δίψῃ καρχαλέῃ κεκαφηότος, ὁππότε γαίης
ἠὼς μέσσον ἀνέσχε, καὶ ἔτρεμε θερμὸς ὁδίτης
αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην.