Ancient Greek · ~7 min
Book 31, lines 31.139-31.183
Nonnus of Panopolis, Διονυσιακά 31.139-183
Not analysed yet
Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ.
εἶς βροτὸς αἰσχύνει με καὶ υἱέα· παννύχιος γὰρ
μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων
Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις
ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου
κῶμον ἐμόν νίκησε νόθον σέλας· ἡμετέρων γάρ
φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων.
εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει,
καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης.
ἅζομαι ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ,
ὅττι νόθον μεθέπω νύχιον σέλας· ἀλλοτρίῳ γὰρ
ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ.
ἀλλά σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ
μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ·
δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ,
καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπήν
εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ,
οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἥν ἐθελήσῃς,
τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ
πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις·
λῦσον ἀτασθαλίην ἀδίκου Διός· Ἀμφιτρύων μὲν
νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης
μάρναται· Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς,
νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην.
μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην.
ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην,
μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην.
Μνημοσύνης προτέρης μιμνήσκεο· τῇ παριαύων
ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν,
οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων.
πανδαμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ,
βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ.
γηγενέων δʼ ἐλέαιρε γονήν μελανόχροον Ἰνδῶν·
δός χάριν· ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης·
ῥύεο κυανέους, κυανόπτερε· μηδὲ χαλέψῃς
γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης
πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη·
μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτός ἀκοίτης.
οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν,
οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων·
μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων
μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.