Ancient Greek · ~7 min
Book 35, lines 35.137-35.181
Nonnus of Panopolis, Διονυσιακά 35.137-181
Not analysed yet
κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον· οὐ γὰρ ἀκοίτην
παρθένος αἰδομένη προκαλίζεται εἰς Ἀφροδίτην.
ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν
ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς·
οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν
χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης,
ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων·
ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης
ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω
χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἄλλος ἀκοίτης,
γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην.
καύρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω
ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην·
οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις,
ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω
οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων·
ῥίψω δʼ ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω,
ὑμετέρῳ βασιλῆι συναιχμάζων Δινύσῳ.
ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς,
καὶ λίφον ἰδρώοντος ἀπεσφήκωσε καρήνου,
μυδαλέης δʼ ἔρρεψεν ἑῆς τελαμῶνα βοείης
εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ὴθάδος ὤμου·
λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,
αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ
Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις
μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης·
καί τινα μῦθον ἔειπεν, ἑὸν δʼ ἐρέθιζεν ἀκοίτην·
Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς,
οὐ φορέων θώρηκα καὶ οὐ ξίφος· ἀλλὰ γυναῖκα
ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν.
καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ
λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ
Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει
ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ
ἔγχος ἐμὸν πέλε κάλλος ἐμὸν ξίφος ἔπλετο μορφή,
καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί·
μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ
ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς.
μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται
χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης,
μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ.
οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ
ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί·
δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων,
καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ.