Ancient Greek · ~7 min
Book 35, lines 35.92-35.136
Nonnus of Panopolis, Διονυσιακά 35.92-136
Not analysed yet
πολλαὶ δʼ εὐρυχόροισι περικλείοντο μελάθροις,
καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ·
ἄλλη δʼ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα,
παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι
λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες·
ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν Ἐνυώ.
ὄφρα μὲν ἐγρεμόθοιο διʼ ἄστεος ἔβρεμεν Ἄρης,
Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δάΐζων,
τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη
νόστιμον ἐκ πολέμοιο μεταστρέψασα πορείην,
οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποθεν ἔλθῃ·
καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων,
παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς,
εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων.
τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης·
θέλγετο δʼ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς.
παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην.
ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ,
ὼκυτέρην Μορρῆος ὑποπτήσσουσα πορείην·
εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ,
κάτθεο σὸν θώρηκα σιδήρεον, οἷα χορεύει
εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης,
εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων,
ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι
ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς,
Μορρέα θοῦρος· ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη.
οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ύψόθι λέκτρων,
αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ·
ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης
ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο·
ῥῖψον Ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν,
μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή·
κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων,
ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης·
μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου·
τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς;
ούκέτι Μαιονίης ἐπιβήσομαι· οὐδʼ ἐνὶ παστῷ
δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην·
ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος· ἀντὶ δὲ Λυδῆς
κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην
κρυπταδίη Μορρῆος ὁμευνέτις· ἐν δὲ κυδοιμοῖς
Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζων Ἀφροδίτῃ·
εἰς δὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων
ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνίην,
εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ.