Ancient Greek · ~7 min
Book 35, lines 35.182-35.229
Nonnus of Panopolis, Διονυσιακά 35.182-229
Not analysed yet
Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσας
νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.
εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,
Ἄρεα κερτομέουσα γαμοστόλον, ἄγχι δὲ πόντου
καλλείψας ἀκόμιστον ἐπʼ αἰγιαλοῖο χιτῶνα
θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς,
γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ,
θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις
Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην,
εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης·
λουσάμενος δʼ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν,
ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη,
οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα.
καὶ κενεῇ χρόα λοῦσεν ἐπʼ ἐλπίδι· χιόνεος γὰρ
ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ·
καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ,
οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί.
ἱσταμένη δʼ ἄφθογγος ἐπʼ ᾐόνος εἶχε σιωπὴν
Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη
Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς,
ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ
ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη.
ἀλλʼ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς,
τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ
εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης·
καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷ
νυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην·
ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου,
παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην
ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ·
ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν
πέτραι ἐμυκήσαντο· φόβῳ δʼ ἐλελίζετο Μορρεὺς
αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων,
παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης·
καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν,
οὐρὴν ἀγκυλόκυκλον ἐπʼ αὐχένι φωτὸς ἑλίξας,
ἔγχος ἔχων στόμα λάβρον· ἐτοξεύοντο δὲ πολλοὶ
ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί·
οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης,
οἱ δὲ δρακοντοκόμοιο διʼ ἰξύος, οἱ δʼ ἀπὸ κόλπου
Ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί.
ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς,
Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων,
τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος Ἐνυὼ
ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος.
καὶ γὰρ ἀπʼ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς,
ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου,
Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ·